πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματαἐμέλλετόν μοι;καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μουτύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.οἰμώξει μακρά.σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃςγενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίαςβλέψαι ποιήσας.μηδαμῶς τοῦτʼ ἐργάσῃ.οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.τί φῄς;ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†πύθοιτʼ ἂν ἐπιτρίψειε.νῦν δʼ οὐ τοῦτο δρᾷ,ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδακαὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.ἔχʼ ἥσυχος.ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺμεῖζον δυνάμενον.ἐμὲ σύ;νὴ τὸν οὐρανόν.