ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.ἀλλʼ αἶρε ταχέως.μηδαμῶς.οὔκουν ἐρεῖς;ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτικακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.μέθεσθε νῦν μου πρῶτον.ἤν, μεθίεμεν.ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ μελέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.ἐγὼ γάρ εἰμι Πλοῦτος.ὦ μιαρώτατεἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονεςκαὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;ναί.ἐκεῖνος αὐτός;αὐτότατος.πόθεν οὖν φράσοναὐχμῶν βαδίζεις;ἐκ Πατροκλέους ἔρχομαι,ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτιὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίουςμόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνουςκαὶ τοὺς δικαίους.ὁμολογῶ σοι.φέρε τί οὖν;εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,φεύγοις ἂν ἤδη τοὺς πονηρούς;φήμʼ ἐγώ.ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;πάνυ μὲν οὖν·