ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶδοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ,δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριονκρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτιἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸςμελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην,ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν.οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι,ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτεὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,ἵνα μᾶλλον ἀλγῇς.λῆρος· οὐ γὰρ παύσομαιπρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶνπιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρκακῶς ἔπραττον καὶ πένης ἦν·οἶδά τοι.ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορεςκαὶ συκοφάνται καὶ πονηροί·πείθομαι.ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸνἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπουςεἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,