αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.φέρετίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;ὁδί.θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίωςπαύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;ὅτι τί δή;ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,μὴ βουλομένου σοῦ.πῶς;ὅπως; οὐκ ἔσθʼ ὅπωςὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼναὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸςτὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;φήμʼ ἐγώ.καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸνἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιονδοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶνοὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶαἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.τί δαί;ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσωςὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματαἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·