μὰ Δίʼ ἐγὼ μὲν οὔ.ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸνκαὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσινεἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιονἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γεεἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίαςαἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχειτὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶκαὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματαἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτιεἰς ἑσπέραν ἥξοιμι—τί σʼ ἔδρασʼ; εἰπέ μοι.ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτιπάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.ἐπʼ ἐκφοράν;μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον