οἴμοι περιείλημμαι μόνος.νυνὶ βοᾷς;οἴμοι μάλʼ αὖθις.δὸς σύ μοι τὸ τριβώνιον,ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεταιἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλαὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰκαὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸνἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνοςτὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼντὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴνἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼντῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεταιὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίανἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένηὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντριαεν ταῖς γυναιξὶν ἦσθα;