ἐρῶν ἀκοῦσαι.τοῦ λαβεῖν μὲν οὖν χάριν.καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένηνἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατογραὸς καπρώσης τἀφόδια κατεσθίειν.ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δίατὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.φαίνεται.στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.ἀσπάζομαί σε.τί φησιν;ἀρχαία φίλη,πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.