ναί, σκήπτομαί γʼ, ὅταν τύχω.τί δαί; τέχνην τινʼ ἔμαθες;οὐ μὰ τὸν Δία.πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτωνκαὶ τῶν ἰδίων πάντων.σύ; τί μαθών;βούλομαι.πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλινεὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοιςκαὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλιςἄρχειν καθίστησιν;κατηγορεῖ δὲ τίς;ὁ βουλόμενος.οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχωνζῆν ἀργός;ἀλλὰ προβατίου βίον λέγεις,εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.οὐδʼ ἂν μεταμάθοις;οὐδʼ ἂν εἰ δοίης γέ μοιτὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.κατάθου ταχέως θοἰμάτιον.οὗτος, σοὶ λέγει.ἔπειθʼ ὑπόλυσαι.ταῦτα πάντα σοὶ λέγει.καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶὁ βουλόμενος.οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.