μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθενὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενονεἰπεῖν ἃ πεπανούργηκας.οἰμώξἄρα σύ.νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιοςἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτιτοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενοςτὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.† ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυροςδιαρραγείης μηδενός γʼ ἐμπλήμενος.ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτωπολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.κακόδαιμον ὀσφραίνει τι;τοῦ ψύχους γʼ ἴσωςἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαιὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.σὺ φιλόπολις καὶ χρηστός;ὡς οὐδείς γʼ ἀνήρ.καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.τὸ τί;γεωργὸς εἶ;μελαγχολᾶν μʼ οὕτως οἴει;ἀλλʼ ἔμπορος;