εὐηργέτησα δεομένους ἕξειν φίλουςὄντως βεβαίους, εἰ δεηθείην ποτέ·οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.κομιδῇ μὲν οὖν·αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.ἀλλʼ οὐχὶ νῦν.ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸνπροσευξόμενος ἥκω δικαίως ἐνθάδε.τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.τὰ δʼ ἐμβάδια;καὶ ταῦτα συνεχειμάζετο.καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;νὴ τὸν Δία.χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκιςκαὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίαςδιὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸνπάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίουςὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲπολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;ἐμὲ τουτονί.ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;