εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίανἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίουτὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοιμύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτραχαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺςτοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομενχρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι,ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος·ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸνἴωμεν.ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.μάλιστʼ.ἔπειτα τοῦ δέει;πρὸς τὸν θεὸνἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸςλαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.κομιδῇ μὲν οὖν.οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως