οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαιεὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷτοιαῦτʼ ἀπαγγείλαντα.μή νυν μέλλʼ ἔτι,ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματαὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδονχώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίαςἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ,ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼδείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτιἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοιοἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλοςπεριεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματαταυτὶ καταχέω σου λαβοῦσα.μηδαμῶς.ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίανπρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρεινπρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοιςπροβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.