ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼντὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲκατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδικαὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼὑπερφυεῖς τὸ μέγεθος.ὦ φίλοι θεοί.τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇτὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆςτὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέωςἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖςτὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅληνἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;ἔρχεται.ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίονἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴνοὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοιγελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγουὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·