ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;οὐδέπω.μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τιἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμαὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφητὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.αὐτὸς δʼ ἐκεῖνος;οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.αἲ τάλαν.μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμηνδείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματασκοπῶν περιῄει πάντα κοσμίως πάνυ.ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιονπαρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.λίθινον;μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,ὃς ἐγκεκαλύφθαι φῄς;διὰ τοῦ τριβωνίου·ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακονκαταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼνσκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλαἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸνκαὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳκατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵναὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶνἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·