ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;τουτῳί.εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦφράζουσαν ὦ σκαιότατέ σοι σαφέσταταἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;τῷ τοῦτο κρίνεις;δῆλον ὁτιὴ καὶ τυφλῷγνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέροντὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάρινκαὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.ἐγὼ μὲν οἰμώζειν λέγω σοι.μαναθάνειςὅς φησιν εἶναι;σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,ἐμοὶ φράσον.κλάειν ἔγωγέ σοι λέγω.δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.εἰ μὴ φράσεις γάρ—ἀπό σʼ ὀλῶ κακὸν κακῶς.ὦ τᾶν—ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.πώμαλα.καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων