μὴ τἀγαθὰἃ νῦν γεγένηται;μὴ μὲν οὖν τὰ πράγματα.ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸνἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατοννῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,ἔπειτʼ ἐλοῦμεν.νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦνἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματακαθωσιώθη πέλανος Ἡφαίστου φλογί,κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματαἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσαςἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφουσιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά μεἀθάρης χύτρα τις ἐξέπληττε κειμένηὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέατοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδαςἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲπεριῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,εἴ που πόπανον εἴη τι καταλελειμμένον·ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματοςἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ μεἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,