νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶνεὐωχεῖσθαι μετὰ τῶν παίδωντῆς τε γυναικός, καὶ λουσάμενοςλιπαρὸς χωρῶν ἐκ βαλανείουτῶν χειροτεχνῶνκαὶ τῆς Πενίας καταπαρδεῖν.αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸνἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆναὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.ὦ πλεῖστα Θησείοις μεμυστιλημένοιγέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.λέγεις μοι χαράν, λέγεις μοι βοάν.πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.ἀναβοάσομαι τὸν εὔπαιδα καὶμέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεταιχρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαιἔνδον κάθημαι περιμένουσα τουτονί.ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνακαὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.καὶ ποῦ στιν;ἐν τοῖς λεγομένοις εἴσει τάχα.πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματαἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.