καὶ πῶς φεύγουσί σʼ ἅπαντες;ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλισταἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστααὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.ταύτην δʼ ἡμῖν ἀποπέμπει.ἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶναἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσαςκοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖνδιὰ τὴν Πενίαν.παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτητοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.ἀλλὰ φθείρου καὶ μὴ γρύξῃςἔτι μηδʼ ὁτιοῦν.οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.Παύσωνα κάλει τὸν ξύσσιτον.τί πάθω τλήμων;ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.εἶμι δὲ ποῖ γῆς;ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλεινχρῆν σʼ, ἀλλʼ ἀνύειν.ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖμεταπέμψεσθον.τότε νοστήσεις· νῦν δὲ φθείρου.κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.