οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκηνἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·οὐ παραμενεῖς;ἥκιστα πάντων.οὐ μενεῖς;ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦοὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.στῆθʼ, ἀντιβολῶ σε, στῆθι.μὰ Δίʼ ἐγὼ μὲν οὔ.καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸνἔρημον ἀπολιπόντε ποι φευξούμεθατηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδαοὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτιτροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετεἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένωβλέψαι πάλιν;τί οὖν ἀδικοῦμεν τοῦτό σε,εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομενἀγαθόν;τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;ὅ τι;σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον