βλέψαι ποιῆσαι νώ—τίνα βλέψαι; φράσον.τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.τυφλὸς γὰρ ὄντως ἐστί;νὴ τὸν οὐρανόν.οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.σκοπῶμεν.ἀλλʼ οὐκ ἔστιν.οὐδ ἐμοὶ δοκεῖ.μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμηνἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦκράτιστόν ἐστι.πολὺ μὲν οὖν νὴ τοὺς θεούς.μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.καὶ δὴ βαδίζω.σπεῦδέ νυν.τοῦτʼ αὐτὸ δρῶ.ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομοντολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;Ἡράκλεις.ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτεοὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.οὐκοῦν κλαύσεται.ὄιεσθε δʼ εἶναι τίνα με;πανδοκεύτριανἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατονζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;