κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;ὅ τι;εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγοντὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνηνἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίωςἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺτοιαῦτʼ ἀκούων;ὅστις ἐστὶν εὖ φρονῶν.τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,ἐὰν ἁλῷς;ὅ τι σοι δοκεῖ.καλῶς λέγεις.τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂνἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως,ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαιβούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσειπάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,