ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺςτρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενονἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίωνκαὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυςτῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνουςἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφροναςἀπαρτὶ πλουτῆσαι ποιήσω.τί σὺ λέγεις;οὕτω πάνυ πολλὰ κέκλοφας;οἴμοι τῶν κακῶν,ἀπολεῖς.σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺἔχω.σὺ Πλοῦτον; ποῖον;αὐτὸν τὸν θεόν.καὶ ποῦ ʼστιν;ἔνδον.ποῦ;παρʼ ἐμοί.παρὰ σοί;πάνυ.οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;νὴ τοὺς θεούς.λὲγεις ἀληθῆ;φημί.πρὸς τῆς Ἑστίας;νὴ τὸν Ποσειδῶ.τὸν θαλάττιον λέγεις;εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.τί φῄς;οὐ τῷ μεταδοῦναι;μὰ Δία. δεῖ γὰρ πρῶτατί;