ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.ποῖός τις;οἷος;λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.τουτὶ πονηρὸν φαίνεται τὸ φορτίονκαί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγανοὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναιπρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.πῶς οὐδὲν ὑγιές;εἴ τι κεκλοφὼς νὴ Δίαἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίονπαρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.φεῦ,ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότοςζητεῖς μεταλαβεῖν.μεταλαβεῖν ζητῶ; τίνος;τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;κακοδαιμονᾷς.ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;ουʼ δῆτʼ ἔγωγʼ.ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂντράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ