μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,μιμήσομαι πάντας τρόπους·ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίαςἕπεσθε μητρὶ χοῖροι.οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσανκαὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρουςλαβόντες ὑπὸ φιληδίαςτὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,μινθώσομέν θʼ ὥσπερ τράγουτὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,ἕπεσθε μητρὶ χοῖροι.ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδηὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳβουλήσομαι τοῦ δεσπότουλαβών τινʼ ἄρτον καὶ κρέαςμασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόταιἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετεκαὶ συντεταμένως κοὐ κατεβλακευμένως.ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάταιἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκαὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶπροσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματοςἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳΧρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺςἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπωςχρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺςὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,