ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροιῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναιἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάνταἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσινἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμωςδεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκειἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαιὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπαμιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύωνὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντεςβληχώμενοί τε προβατίωναἰγῶν τε κιναβρώντων μέληἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπαβληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶνταἡγούμενον τοῖς προβατίοις,εἰκῇ δὲ καταδαρθόντα πουμέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳἔπεισεν ὡς ὄντας κάπρους