ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼνἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιοντῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνωνεἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκίααὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερονμεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺςεἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλοςαἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,πόρναισι καὶ κύβοισι παραβεβλημένοςγυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρπάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαικαὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.πείθομαι.τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοιὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπανταςψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.