στρατηγίαςφακῆς·σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·πλὴν ἓν μόνον δέδοικα.φράζε τοῦ πέρι;ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατεἔχειν με, ταύτης δεσπότης γενήσομαι.νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡςδειλότατόν ἐσθʼ ὁ Πλοῦτος.ἥκιστʼ, ἀλλά μετοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτεοὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοιὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.κἀκεῖνος οὖν σύνοιδε ταῦτα;φήμʼ ἐγώ.ὁρᾶτε.μὴ φρόντιζε μηδὲν ὦγαθέ.ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,αὐτὸς διαπράξω ταῦτα.κἂν βούλῃ γʼ, ἐγώ.πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—τί δρῶ; λέγε.τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσωςἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,