ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·ὁ δὲ γναφεύει γʼ·ὁ δέ γε πλύνει κῴδια·ὁ δὲ βυρσοδεψεῖ γʼ·ὁ δέ γε πωλεῖ κρόμμυα·ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;ὁ Τιμοθέου δὲ πύργος—ἐμπέσοι γέ σοι.τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιοςκαὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,ἔρωτοςἄρτωνμουσικῆςτραγημάτωντιμῆςπλακούντωνἀνδραγαθίαςἰσχάδωνφιλοτιμίαςμάζης