ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.ἀλλʼ ἐμπολαῖον.ἀλλὰ πλουτοῦμεν· τί οὖνἙρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;ἀλλὰ δόλιον τοίνυν.δόλιον; ἥκιστά γε·οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.ἀλλʼ ἡγεμόνιον.ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατονποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰσπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.οὐκοῦν ἐπὶ τούτοις εἰσίω;καὶ πλῦνέ γεαὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;τί δʼ ἔστιν ὦ βέλτιστε;τί γὰρ ἀλλʼ ἢ κακῶς;ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.τίνος οὕνεκα;ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,