ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμποροςἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂνδίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τιςκἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷςθύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶχαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,αὐτόματος ἥκων.πάντʼ ἀγαθὰ τοίνυν λέγεις.ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενετὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένοςτὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.πάνυ μὲν οὖνδρᾶν ταῦτα χρή.τὸν Πλοῦτον ἔξω τις κάλει.ἐγὼ δὲ τί ποιῶ;τὰς χύτρας, αἷς τὸν θεὸνἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρεσεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.ὧν δʼ οὕνεκʼ ἦλθον;πάντα σοι πεπράξεται.ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοιἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντίααὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραιςἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦντῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖνἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.