ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖνἡμᾶς;ὁτιὴ δεινότατα πάντων πραγμάτωνεἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπεινὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓνἡμῖν ἔτι θύει τοῖς θεοῖς.μὰ Δίʼ οὐδέ γεθύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.σωφρονεῖς.πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσινπάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλιἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίανἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;οἴμοι τάλας,οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένονδοίης καταφαγεῖν καὶ κρέας νεανικὸνὧν θύεθʼ ὑμεῖς ἔνδον.ἀλλʼ οὐκ ἐκφορά.καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότουὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,