αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶοὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσωςεἶναι μετʼ αὐτῆς.ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίουςπίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαιἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι.ἐγὼ δέ γʼ οὐκ εἴσειμι.θάρρει, μὴ φοβοῦ.οὐ γὰρ βιάσεται.πάνυ καλῶς τοίνυν λέγεις.ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιονὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριονφθεγγόμενον ἄλλως κλαυσιᾷ.σέ τοι λέγω,ὁ Καρίων, ἀνάμεινον.οὗτος εἰπέ μοι,σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.εἰπέ μοι,τί δʼ ἔστιν;ὁ Ζεὺς ὦ πόνηρε βούλεταιἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιονἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.