ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.ἆ ἆ,τὴν δᾷδα μή μοι πρόσφερʼ.εὖ μέντοι λέγει.ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.βούλει διὰ χρόνου πρός με παῖσαι;ποῖ τάλαν;αὐτοῦ, λαβοῦσα κάρυα.παιδιὰν τίνα;πόσους ἔχεις ὀδόντας.ἀλλὰ γνώσομαικἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίωνἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακαμισεῖν σε ταύτην.ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.καὶ μὴν κατηγορεῖ γέ σου.τί κατηγορεῖ;εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτιπάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.τὸ τί;