μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,ἄνοιξον ἀσπάζου με·διά τοι σὲ πόνους ἔχω.οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;πόθεν;καὶ τὴν θύραν γʼ ἤραττες.ἀποθάνοιμʼ ἄρα.τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.τίνα;οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτειςεἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων·νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτιθύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.τίνα;τὸν τῶν γραφέων ἄριστον.οὗτος δʼ ἔστι τίς;ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.οἶδʼ οἶδʼ ὅ τι βούλει.καὶ γὰρ ἐγώ σε νὴ Δία.μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,μὴ ʼγώ σʼ ἀφήσω.παραφρονεῖς ὦ γρᾴδιον.ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.