Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνουκάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον·γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπομυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶκἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπωνπειρωμέναισι πλησίον παραστατεῖς,λορδουμένων τε σωμάτων ἐπιστάτηνὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺςλάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·στοάς τε καρποῦ Βακχίου τε νάματοςπλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματαὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησίααὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας,ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι,δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένουςἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖνἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνονπροσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίωςἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρητὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονατήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.ἤκουσά τοιὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,