ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶντὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼτοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.ἀλλὰ νὴ Δίαἀναγκάσει τουτί σε.τοῦτο δʼ ἔστι τί;ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.λέγʼ αὐτὸ τί ποτε κἄστι.καὶ δή σοι λέγω.ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέοςνέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂντὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃπρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέονἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.οἴμοι Προκρούστης τήμερον γενήσομαι.τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶνἢ τῶν φίλων ἐλθών τις;ἀλλʼ οὐ κύριοςὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.ἐξωμοσία δʼ οὐκ ἔστιν;οὐ γὰρ δεῖ στροφῆς.ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.κλάων γε σύ.τί δῆτα χρὴ δρᾶν;δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.καὶ ταῦτʼ ἀνάγκη μοὐστί;Διομήδειά γε.ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνουκαὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.ποῖ τοῦτον ἕλκεις;