καὶ μὴ δʼει πρότερον διασποδῆσαιἀνάσιμον ἢ πρεσβυτέραν·οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.οἰμώζων ἄρα νὴ Δία σποδήσεις.οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.κατὰ τὸν νόμον ταῦτα ποιεῖνἔστι δίκαιον, εἰ δημοκρατούμεθα.ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.δεῦρο δὴ δεῦρο δή,φίλον ἐμόν, δεῦρό μοιπρόσελθε καὶ ξύνευνοςτὴν εὐφρόνην ὅπως ἔσει.πάνυ γάρ τις ἔρως με δονεῖτῶνδε τῶν σῶν βοστρύχων.ἄτοπος δʼ ἔγκειταί μοί τιςπόθος, ὅς με διακναίσας ἔχει.μέθες, ἱκνοῦμαί σʼ Ἔρως,καὶ ποίησον τόνδʼ ἐς εὐνὴντὴν ἐμὴν ἱκέσθαι.δεῦρο δὴ δεῦρο δή,καὶ σύ μοι καταδραμοῦσατὴν θύραν ἄνοιξοντήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.φίλον, ἀλλʼ ἐν τῷ σῷβούλομαι κόλπῳ πληκτίζεσθαιμετὰ τῆς σῆς πυγῆς.Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;μέθες, ἱκνοῦμαί σʼ Ἔρως,καὶ ποίησον τήνδʼ ἐς εὐνὴντὴν ἐμὴν ἱκέσθαι.καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκηνεἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,ἄνοιξον ἀσπάζου με·διά τοι σὲ πόνους ἔχω.ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,