βουλομένη σποδεῖσθαι,κἀπὶ τῆς κλίνης ὄφιν εὕροιςκαὶ προσελκύσαιοβουλομένη φιλῆσαι.αἰαῖ τί ποτε πείσομαι;οὐχ ἥκει μοὐταῖρος·μόνη δʼ αὐτοῦ λείπομʼ· ἡγὰρ μοι μήτηρ ἄλλῃβέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.ἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλειτὸν Ὀρθαγόραν, ὅπωςσαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.ἤδη τὸν ἀπʼ Ἰωνίαςτρόπον τάλαινα κνησιᾷς·δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιοτἀμὰ παίγνια· τὴν δʼ ἐμὴνὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.οὔκουν ἐπʼ ἐκφοράν γε.καινόν γʼ ὦ σαπρά.οὐ δῆτα.τί γὰρ ἂν γραῒ καινά τις λέγοι;οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.ἀλλὰ τί;ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;τί μοι διαλέγει;σὺ δὲ τί διακύπτεις;ἐγώ;ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.ὁδὶ γὰρ αὐτός ἐστιν.οὐ σοῦ γʼ ὦλεθρεδεόμενος οὐδέν.νὴ Δίʼ ὦ φθίνυλλα σὺδείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,