φέρε νυν ἐγώ σοι ξυμφέρω.μὴ μηδαμῶς.δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶτῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέονὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένηἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰπαριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδεἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τιναᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲφιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼνἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.εἴ τις ἀγαθὸν βούλεται παθεῖντι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστινἀλλʼ ἐν ταῖς πεπείραις·οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼτὸν φίλον ᾧπερ ξυνείην,ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.μὴ φθόνει ταῖσιν νέαισι.τὸ τρυφερὸν γὰρ ἐμπέφυκετοῖς ἁπαλοῖσι μηροῖςκἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,παραλέλεξαι κἀντέτριψαι,τῷ θανάτῳ μέλημα.ἐκπέσοι σου τὸ τρῆματό τʼ ἐπίκλιντρον ἀποβάλοιο