ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναιἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδεςἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,στέφανοι πλέκονται, φρύγεται τραγήματα,χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχωντὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδεἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου·ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρωνἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχωνἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;ἐπὶ δεῖπνον.οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,πρίν γʼ ἂν ἀπενέγκῃς.ἀλλʼ ἀποίσω.πηνίκα;οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.τί δή;ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.βαδιεῖ δὲ δειπνήσων ὅμως;τί γὰρ πάθω;τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειντοὺς εὖ φρονοῦντας.ἢν δὲ κωλύσωσι, τί;ὁμόσʼ εἶμι κύψας.ἢν δὲ μαστιγῶσι, τί;καλούμεθʼ αὐτάς.ἢν δὲ καταγελῶσι, τί;ἐπὶ ταῖς θύραις ἑστώς—τί δράσεις; εἰπέ μοι.τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκωνκαὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.