ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτοναςὁρῶ φέροντας.πάνυ γʼ ἂν οὖν Ἀντισθένηςαὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερονπρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.οἴμωζε.Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλοςαὐτοῖσιν εἰσοίσει τι;πλείω Καλλίου.ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.δεινά γε λέγεις.τί δεινόν; ὥσπερ οὐχ ὁρῶνἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;ἔγωγε.τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκαἐψηφισάμεθʼ, οὐκ οἶσθα;καὶ κακόν γέ μοιτὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυςμεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχωνκἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδέναχαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεντάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλειτῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετοὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,νῦν δʼ αἱ γυναῖκες.ἃς ἐγὼ φυλάξομαινὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοιςφράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε·