οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνεινἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίανοὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;ὄντως γὰρ οἴσεις;ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖντωδὶ ξυνάπτω τὼ τρίποδε.τῆς μωρίας,τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τιδράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—τί δρᾶν;ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.ἵνα δὴ τί;σεισμὸς εἰ γένοιτο πολλάκιςἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποιταῦτα καταθείμην.μὴ γὰρ οὐ λάβῃς ὅποι·θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.τιή;ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.οἴσουσιν ὦ τᾶν.ἢν δὲ μὴ κομίσωσι, τί;ἀμέλει κομιοῦσιν.ἢν δὲ μὴ κομίσωσι, τί;μαχούμεθʼ αὐτοῖς.ἢν δὲ κρείττους ὦσι, τί;ἄπειμʼ ἐάσας.ἢν δὲ πωλῶσʼ αὐτά, τί;διαρραγείης.ἢν διαρραγῶ δέ, τί;καλῶς ποιήσεις.σὺ δʼ ἐπιθυμήσεις φέρειν;