τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦντὴν τοῦ πανόπτου διφθέραν ἐνημμένοςεἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθαἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδραςὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵναπληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.πληρουμένης τάλαινα;νὴ τὴν Ἄρτεμινἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄραξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματοςοὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοιὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τιςἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομενξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τεὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχωνλέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραντόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματαδυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσίαδημηγορήσει;πολὺ μὲν οὖν ἄριστά που.λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοιπλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.