ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτηνπροσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεντὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶςἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχηνσπεύδουσαν ἐν ταῖς ἐμβάσιν;καίτοι δοκεῖκατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτηνἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδουὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυγυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτηἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅληνἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδεὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλαςλόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέραςἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίαςἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅληκαὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχεινπάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.ὑμεῖς δὲ τί φατε;φασί· κατανεύουσι γάρ.καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίαςκαὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμηντὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.