οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένηἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαικαὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλανὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.πῶς καταγέλαστον;ὥσπερ εἴ τις σηπίαιςπώγωνα περιδήσειεν ἐσταθευμέναις.ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;ἐγώ.περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.ἰδού.λέγοις ἄν.εἶτα πρὶν πιεῖν λέγω;ἰδοὺ πιεῖν.τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσωκἀκεῖ.τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;ἰδού γε σοὶ πίνουσι.νὴ τὴν Ἄρτεμινκαὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματααὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοιςὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριντοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;ἐγώ.