πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;πότερον μετοικιζόμενος ἐξενήνοχαςαὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;οὐδαμῶς.τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴἹέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλειἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.μέλλεις ἀποφέρειν;πάνυ γε.κακοδαίμων ἄρʼ εἶνὴ τὸν Δία τὸν σωτῆρα.πῶς;πῶς; ῥᾳδίως.τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;ποίοισιν ὦ δύστηνε;τοῖς δεδογμένοις.δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.ἀνόητος;οὐ γάρ; ἠλιθιώτατος μὲν οὖνἁπαξαπάντων.ὅτι τὸ ταττόμενον ποιῶ;τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;μάλιστα πάντων.τὸν μὲν οὖν ἀβέλτερον.σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;φυλάξομαι,πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοιτὰ χρήματʼ εἰσίν;ἀλλʼ ἰδὼν ἐπειθόμην.λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.λέξουσι γάρ.καί φασιν οἴσειν ἀράμενοι.φήσουσι γάρ.ἀπολεῖς ἀπιστῶν πάντʼ.ἀπιστήσουσι γάρ.ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.ἐπιτρίψουσι γάρ.