ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.ἤδη γὰρ εὐωχησόμεσθα;φήμʼ ἐγώ.ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαιἁπαξαπάσας.ἵνα τί;δῆλον τουτογί·ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμέναςτὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνονκατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶςτῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακονἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρεἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίανἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρίακόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄραἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶπρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίανοὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,