νὴ τὸν Ἀπόλλω χάριέν γε.τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;εἰς τὴν ἀγορὰν καταθήσω·κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂνεἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖντὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.ἵνα κάπτωσιν;μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.ὅτῳ δὲ τὸ γράμμαμὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳπᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.αἱ δὲ γυναῖκες κατὰ τὰς διόδουςπροσπίπτουσαι τοῖς ἀπὸ δείπνουτάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.παρʼ ἐμοὶ δʼ ἑτέραφήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,καὶ καλλίστη καὶ λευκοτάτη·πρότερον μέντοι δεῖ σε καθεύδειναὐτῆς παρʼ ἐμοί.τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντεςκαὶ μειρακίοις οἱ φαυλότεροιτοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος;πάντως οὐδὲν δράσεις ἐλθών·τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖςἐψήφισται προτέροις βινεῖν,ὑμᾶς δὲ τέως θρῖα λαβόνταςδιφόρου συκῆςἐν τοῖς προθύροισι δέφεσθαι.φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;πάνυ.βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην