δεινὸν μέντἂν ἐπεπόνθη.τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;οἱ δοῦλοι. σοὶ δὲ μελήσει,ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.τουτὶ τοὔπος σʼ ἐπιτρίψει.κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,ἤν τις ὀφείλων ἐξαρνῆται.πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσαςἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰνεὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;πῶς γὰρ κλέψει μετὸν αὐτῷ;οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;οὐκ ἢν οἴκοι γε καθεύδῃς,οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;περὶ τοῦ γὰρ τοῦτο ποιήσει;τὴν δὲ δίαιταν τίνα ποιήσεις;κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυμίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,ὥστε βαδίζειν ὡς ἀλλήλους.τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;τοὺς κρατῆρας καταθήσωκαὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιντοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.