οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.οὐκ ἴσωςἑνός γε.καὶ μὴν βασανίσαι τουτί γέ σοιἔξεστι.πῶς;εἰ τῆς κεφαλῆς ὄζω μύρου.τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;οὐ δῆτα τάλαν ἔγωγε.πῶς οὖν ὄρθριονᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλημετεπέμψατʼ ὠδίνουσα.κᾆτʼ οὐκ ἦν ἐμοὶφράσασαν ἰέναι;τῆς λεχοῦς δʼ οὐ φροντίσαιοὕτως ἐχούσης ὦνερ;εἰποῦσάν γέ μοι.ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.μὰ τὼ θεὼἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλονᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασινκατέλιπον ὦνερ.αἱ δὲ δὴ Λακωνικαὶᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμηνμιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖνκαὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.ἡκκλησία;μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.